Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.299 Joseph. AJ 15.303 (English) >>Joseph. AJ 15.308

15.301τό τε γὰρ ἠπορῆσθαι θεραπείας καὶ τροφῆς ἐπέτεινεν εἰς πλέον ἀρξαμένην ἰσχυρῶς τὴν λοιμώδη νόσον τε φθορὰ τῶν οὕτως ἀπολλυμένων ἀφῃρεῖτο καὶ τοὺς περιόντας εὐθυμίας, ἐπεὶ προσαρκεῖν ταῖς ἀπορίαις ἐξ ἐπιμελείας οὐκ ἐδύναντο. 15.302φθαρέντων γε μὴν τῶν ἐπʼ ἔτος καρπῶν καὶ τῶν ὅσοι πρότερον ἀπέκειντο δεδαπανημένων, οὐδὲν εἰς ἐλπίδα χρηστὴν ὑπελείπετο μᾶλλον κατὰ προσδοκίαν ἐπιτείνοντος τοῦ κακοῦ καὶ οὐδὲ κατʼ ἐκεῖνον τὸν ἐνιαυτὸν μόνον, ὥστʼ αὐτοῖς εἶναι μὲν οὐδὲν ὑπόλοιπον, ἀπολωλέναι δὲ καὶ τῶν περιόντων τὰ σπέρματα μηδὲ τὸ δεύτερον ἀνείσης τῆς γῆς. 15.303 τε ἀνάγκη πολλὰ διὰ τὰς χρείας ἐκαινούργει. καὶ τὰς ἀπορίας οὐκ ἐλάττους εἶναι συνέβαινεν αὐτῷ τῷ βασιλεῖ, τῶν τε φόρων, οὓς ἐλάμβανεν ἀπὸ τῆς γῆς, ἀφῃρημένῳ καὶ τὰ χρήματα δεδαπανηκότι πρὸς φιλοτιμίαν ὧν τὰς πόλεις ἐπεσκεύαζεν. 15.304ἦν δὲ οὐδὲν τι καὶ βοηθείας ἄξιον ἐδόκει προκατειληφότος τοῦ κακοῦ καὶ μῖσος εἰς αὐτὸν ἐκ τῶν ἀρχομένων· τὸ γὰρ οὐκ εὖ πράττειν φιλαίτιον αἰεὶ κατὰ τῶν προεστηκότων. 15.305

Ἐν τοιούτοις διενοεῖτο βοηθεῖν τῷ καιρῷ· χαλεπὸν δʼ ἦν οὔτε τῶν πλησίον ἐχόντων ἀποδόσθαι σιτία τῷ μηδʼ αὐτοὺς ἐλάττω πεπονθέναι, χρημάτων τε οὐκ ὄντων, εἰ καὶ δυνατὸν ὀλίγων ἐπὶ πολλοῖς εὐπορηθῆναι.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.299 Joseph. AJ 15.303 (English) >>Joseph. AJ 15.308

Powered by PhiloLogic